Index: Greek Wescott-Hort NT UTF8

 

Philippians 2

[1] [2] [3] [4]

2:1 ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλαγχνα και οικτιρμοι

2:2 πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες

2:3 μηδεν κατ εριθειαν μηδε κατα κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων

2:4 μη τα εαυτων εκαστοι σκοπουντες αλλα και τα ετερων εκαστοι

2:5 τουτο φρονειτε εν υμιν ο και εν χριστω ιησου

2:6 ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω

2:7 αλλα εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος και σχηματι ευρεθεις ως ανθρωπος

2:8 εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου

2:9 διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω το ονομα το υπερ παν ονομα

2:10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων

2:11 και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος

2:12 ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη [ως] εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε

2:13 θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας

2:14 παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων

2:15 ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω

2:16 λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα

2:17 αλλα ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν

2:18 το δε αυτο και υμεις χαιρετε και συγχαιρετε μοι

2:19 ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων

2:20 ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει

2:21 οι παντες γαρ τα εαυτων ζητουσιν ου τα χριστου ιησου

2:22 την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον

2:23 τουτον μεν ουν ελπιζω πεμψαι ως αν αφιδω τα περι εμε εξαυτης

2:24 πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι

2:25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας

2:26 επειδη επιποθων ην παντας υμας [ιδειν] και αδημονων διοτι ηκουσατε οτι ησθενησεν

2:27 και γαρ ησθενησεν παραπλησιον θανατου αλλα ο θεος ηλεησεν αυτον ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω

2:28 σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω

2:29 προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε

2:30 οτι δια το εργον κυριου μεχρι θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας

 

Created with FREE HTMLCompiler by BibleDatabase