Index: Greek Wescott-Hort NT UTF8

 

Philippians 3

[1] [2] [3] [4]

3:1 το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες

3:2 βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην

3:3 ημεις γαρ εσμεν η περιτομη οι πνευματι θεου λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτες

3:4 καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τις δοκει αλλος πεποιθεναι εν σαρκι εγω μαλλον

3:5 περιτομη οκταημερος εκ γενους ισραηλ φυλης βενιαμιν εβραιος εξ εβραιων κατα νομον φαρισαιος

3:6 κατα ζηλος διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος

3:7 αλλα ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν

3:8 αλλα μενουνγε και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ινα χριστον κερδησω

3:9 και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει

3:10 του γνωναι αυτον και την δυναμιν της αναστασεως αυτου και κοινωνιαν παθηματων αυτου συμμορφιζομενος τω θανατω αυτου

3:11 ει πως καταντησω εις την εξαναστασιν την εκ νεκρων

3:12 ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατελημφθην υπο χριστου [ιησου]

3:13 αδελφοι εγω εμαυτον ουπω λογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενος τοις δε εμπροσθεν επεκτεινομενος

3:14 κατα σκοπον διωκω εις το βραβειον της ανω κλησεως του θεου εν χριστω ιησου

3:15 οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερως φρονειτε και τουτο ο θεος υμιν αποκαλυψει

3:16 πλην εις ο εφθασαμεν τω αυτω στοιχειν

3:17 συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τους ουτως περιπατουντας καθως εχετε τυπον ημας

3:18 πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγον υμιν νυν δε και κλαιων λεγω τους εχθρους του σταυρου του χριστου

3:19 ων το τελος απωλεια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντες

3:20 ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον

3:21 ος μετασχηματισει το σωμα της ταπεινωσεως ημων συμμορφον τω σωματι της δοξης αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι αυτω τα παντα

 

Created with FREE HTMLCompiler by BibleDatabase