Index: Greek Wescott-Hort NT UTF8

 

Colossians 2

[1] [2] [3] [4]

2:1 θελω γαρ υμας ειδεναι ηλικον αγωνα εχω υπερ υμων και των εν λαοδικεια και οσοι ουχ εορακαν το προσωπον μου εν σαρκι

2:2 ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντες εν αγαπη και εις παν πλουτος της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου χριστου

2:3 εν ω εισιν παντες οι θησαυροι της σοφιας και γνωσεως αποκρυφοι

2:4 τουτο λεγω ινα μηδεις υμας παραλογιζηται εν πιθανολογια

2:5 ει γαρ και τη σαρκι απειμι αλλα τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων

2:6 ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε

2:7 ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι τη πιστει καθως εδιδαχθητε περισσευοντες [εν αυτη] εν ευχαριστια

2:8 βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον

2:9 οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως

2:10 και εστε εν αυτω πεπληρωμενοι ος εστιν η κεφαλη πασης αρχης και εξουσιας

2:11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος της σαρκος εν τη περιτομη του χριστου

2:12 συνταφεντες αυτω εν τω βαπτισματι εν ω και συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ νεκρων

2:13 και υμας νεκρους οντας τοις παραπτωμασιν και τη ακροβυστια της σαρκος υμων συνεζωοποιησεν υμας συν αυτω χαρισαμενος ημιν παντα τα παραπτωματα

2:14 εξαλειψας το καθ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρκεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω

2:15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια θριαμβευσας αυτους εν αυτω

2:16 μη ουν τις υμας κρινετω εν βρωσει και εν ποσει η εν μερει εορτης η νεομηνιας η σαββατων

2:17 α εστιν σκια των μελλοντων το δε σωμα του χριστου

2:18 μηδεις υμας καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων α εορακεν εμβατευων εικη φυσιουμενος υπο του νοος της σαρκος αυτου

2:19 και ου κρατων την κεφαλην εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου

2:20 ει απεθανετε συν χριστω απο των στοιχειων του κοσμου τι ως ζωντες εν κοσμω δογματιζεσθε

2:21 μη αψη μηδε γευση μηδε θιγης

2:22 α εστιν παντα εις φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων

2:23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκια και ταπεινοφροσυνη [και] αφειδια σωματος ουκ εν τιμη τινι προς πλησμονην της σαρκος

 

Created with FREE HTMLCompiler by BibleDatabase