Index: Greek Wescott-Hort NT UTF8

 

Colossians 3

[1] [2] [3] [4]

3:1 ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος

3:2 τα ανω φρονειτε μη τα επι της γης

3:3 απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω

3:4 οταν ο χριστος φανερωθη η ζωη ημων τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη

3:5 νεκρωσατε ουν τα μελη τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρια

3:6 δι α ερχεται η οργη του θεου

3:7 εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν τουτοις

3:8 νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων

3:9 μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου

3:10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον

3:11 οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα παντα και εν πασιν χριστος

3:12 ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραυτητα μακροθυμιαν

3:13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο κυριος εχαρισατο υμιν ουτως και υμεις

3:14 επι πασιν δε τουτοις την αγαπην ο εστιν συνδεσμος της τελειοτητος

3:15 και η ειρηνη του χριστου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν [ενι] σωματι και ευχαριστοι γινεσθε

3:16 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις υμνοις ωδαις πνευματικαις εν χαριτι αδοντες εν ταις καρδιαις υμων τω θεω

3:17 και παν ο τι εαν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω πατρι δι αυτου

3:18 αι γυναικες υποτασσεσθε τοις ανδρασιν ως ανηκεν εν κυριω

3:19 οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας

3:20 τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ ευαρεστον εστιν εν κυριω

3:21 οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν

3:22 οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλιαις ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον κυριον

3:23 ο εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις

3:24 ειδοτες οτι απο κυριου απολημψεσθε την ανταποδοσιν της κληρονομιας τω κυριω χριστω δουλευετε

3:25 ο γαρ αδικων κομισεται ο ηδικησεν και ουκ εστιν προσωπολημψια

 

Created with FREE HTMLCompiler by BibleDatabase