Index: Greek Wescott-Hort NT UTF8

 

Colossians 4

[1] [2] [3] [4]

4:1 οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθε ειδοτες οτι και υμεις εχετε κυριον εν ουρανω

4:2 τη προσευχη προσκαρτερειτε γρηγορουντες εν αυτη εν ευχαριστια

4:3 προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι

4:4 ινα φανερωσω αυτο ως δει με λαλησαι

4:5 εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι

4:6 ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι

4:7 τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω

4:8 ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων

4:9 συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωρισουσιν τα ωδε

4:10 ασπαζεται υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθε αυτον

4:11 και ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια

4:12 ασπαζεται υμας επαφρας ο εξ υμων δουλος χριστου ιησου παντοτε αγωνιζομενος υπερ υμων εν ταις προσευχαις ινα σταθητε τελειοι και πεπληροφορημενοι εν παντι θεληματι του θεου

4:13 μαρτυρω γαρ αυτω οτι εχει πολυν πονον υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει

4:14 ασπαζεται υμας λουκας ο ιατρος ο αγαπητος και δημας

4:15 ασπασασθε τους εν λαοδικεια αδελφους και νυμφαν και την κατ οικον αυτης εκκλησιαν

4:16 και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικεων εκκλησια αναγνωσθη και την εκ λαοδικειας ινα και υμεις αναγνωτε

4:17 και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις

4:18 ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρις μεθ υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase