Index: Greek Wescott-Hort NT UTF8

 

1 Thessalonians 5

[1] [2] [3] [4] [5]

5:1 περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι

5:2 αυτοι γαρ ακριβως οιδατε οτι ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται

5:3 οταν λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις επισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν

5:4 υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτας καταλαβη

5:5 παντες γαρ υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους

5:6 αρα ουν μη καθευδωμεν ως οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν

5:7 οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν

5:8 ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας

5:9 οτι ουκ εθετο ημας ο θεος εις οργην αλλα εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου [χριστου]

5:10 του αποθανοντος περι ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν

5:11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε

5:12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας

5:13 και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις

5:14 παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας

5:15 ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε εις αλληλους και εις παντας

5:16 παντοτε χαιρετε

5:17 αδιαλειπτως προσευχεσθε

5:18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας

5:19 το πνευμα μη σβεννυτε

5:20 προφητειας μη εξουθενειτε

5:21 παντα [δε] δοκιμαζετε το καλον κατεχετε

5:22 απο παντος ειδους πονηρου απεχεσθε

5:23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη

5:24 πιστος ο καλων υμας ος και ποιησει

5:25 αδελφοι προσευχεσθε [και] περι ημων

5:26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω

5:27 ενορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αδελφοις

5:28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase