Index: Greek Wescott-Hort NT UTF8

 

2 Thessalonians 1

[1] [2] [3]

1:1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω

1:2 χαρις υμιν και ειρηνη απο θεου πατρος και κυριου ιησου χριστου

1:3 ευχαριστειν οφειλομεν τω θεω παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμων και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους

1:4 ωστε αυτους ημας εν υμιν εγκαυχασθαι εν ταις εκκλησιαις του θεου υπερ της υπομονης υμων και πιστεως εν πασιν τοις διωγμοις υμων και ταις θλιψεσιν αις ανεχεσθε

1:5 ενδειγμα της δικαιας κρισεως του θεου εις το καταξιωθηναι υμας της βασιλειας του θεου υπερ ης και πασχετε

1:6 ειπερ δικαιον παρα θεω ανταποδουναι τοις θλιβουσιν υμας θλιψιν

1:7 και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ αγγελων δυναμεως αυτου

1:8 εν πυρι φλογος διδοντος εκδικησιν τοις μη ειδοσιν θεον και τοις μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου

1:9 οιτινες δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του κυριου και απο της δοξης της ισχυος αυτου

1:10 οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασιν τοις πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμας εν τη ημερα εκεινη

1:11 εις ο και προσευχομεθα παντοτε περι υμων ινα υμας αξιωση της κλησεως ο θεος ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνης και εργον πιστεως εν δυναμει

1:12 οπως ενδοξασθη το ονομα του κυριου ημων ιησου εν υμιν και υμεις εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου

 

Created with FREE HTMLCompiler by BibleDatabase