Index: Greek Wescott-Hort NT UTF8

 

1 Timothy 1

[1] [2] [3] [4] [5] [6]

1:1 παυλος αποστολος χριστου ιησου κατ επιταγην θεου σωτηρος ημων και χριστου ιησου της ελπιδος ημων

1:2 τιμοθεω γνησιω τεκνω εν πιστει χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων

1:3 καθως παρεκαλεσα σε προσμειναι εν εφεσω πορευομενος εις μακεδονιαν ινα παραγγειλης τισιν μη ετεροδιδασκαλειν

1:4 μηδε προσεχειν μυθοις και γενεαλογιαις απεραντοις αιτινες εκζητησεις παρεχουσιν μαλλον η οικονομιαν θεου την εν πιστει

1:5 το δε τελος της παραγγελιας εστιν αγαπη εκ καθαρας καρδιας και συνειδησεως αγαθης και πιστεως ανυποκριτου

1:6 ων τινες αστοχησαντες εξετραπησαν εις ματαιολογιαν

1:7 θελοντες ειναι νομοδιδασκαλοι μη νοουντες μητε α λεγουσιν μητε περι τινων διαβεβαιουνται

1:8 οιδαμεν δε οτι καλος ο νομος εαν τις αυτω νομιμως χρηται

1:9 ειδως τουτο οτι δικαιω νομος ου κειται ανομοις δε και ανυποτακτοις ασεβεσιν και αμαρτωλοις ανοσιοις και βεβηλοις πατρολωαις και μητρολωαις ανδροφονοις

1:10 πορνοις αρσενοκοιταις ανδραποδισταις ψευσταις επιορκοις και ει τι ετερον τη υγιαινουση διδασκαλια αντικειται

1:11 κατα το ευαγγελιον της δοξης του μακαριου θεου ο επιστευθην εγω

1:12 χαριν εχω τω ενδυναμωσαντι με χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενος εις διακονιαν

1:13 το προτερον οντα βλασφημον και διωκτην και υβριστην αλλα ηλεηθην οτι αγνοων εποιησα εν απιστια

1:14 υπερεπλεονασεν δε η χαρις του κυριου ημων μετα πιστεως και αγαπης της εν χριστω ιησου

1:15 πιστος ο λογος και πασης αποδοχης αξιος οτι χριστος ιησους ηλθεν εις τον κοσμον αμαρτωλους σωσαι ων πρωτος ειμι εγω

1:16 αλλα δια τουτο ηλεηθην ινα εν εμοι πρωτω ενδειξηται χριστος ιησους την απασαν μακροθυμιαν προς υποτυπωσιν των μελλοντων πιστευειν επ αυτω εις ζωην αιωνιον

1:17 τω δε βασιλει των αιωνων αφθαρτω αορατω μονω θεω τιμη και δοξα εις τους αιωνας των αιωνων αμην

1:18 ταυτην την παραγγελιαν παρατιθεμαι σοι τεκνον τιμοθεε κατα τας προαγουσας επι σε προφητειας ινα στρατευη εν αυταις την καλην στρατειαν

1:19 εχων πιστιν και αγαθην συνειδησιν ην τινες απωσαμενοι περι την πιστιν εναυαγησαν

1:20 ων εστιν υμεναιος και αλεξανδρος ους παρεδωκα τω σατανα ινα παιδευθωσιν μη βλασφημειν

 

Created with FREE HTMLCompiler by BibleDatabase