Index: Greek Wescott-Hort NT UTF8

 

1 Timothy 5

[1] [2] [3] [4] [5] [6]

5:1 πρεσβυτερω μη επιπληξης αλλα παρακαλει ως πατερα νεωτερους ως αδελφους

5:2 πρεσβυτερας ως μητερας νεωτερας ως αδελφας εν παση αγνεια

5:3 χηρας τιμα τας οντως χηρας

5:4 ει δε τις χηρα τεκνα η εκγονα εχει μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβας αποδιδοναι τοις προγονοις τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου

5:5 η δε οντως χηρα και μεμονωμενη ηλπικεν επι [τον] θεον και προσμενει ταις δεησεσιν και ταις προσευχαις νυκτος και ημερας

5:6 η δε σπαταλωσα ζωσα τεθνηκεν

5:7 και ταυτα παραγγελλε ινα ανεπιλημπτοι ωσιν

5:8 ει δε τις των ιδιων και μαλιστα οικειων ου προνοει την πιστιν ηρνηται και εστιν απιστου χειρων

5:9 χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενος ανδρος γυνη

5:10 εν εργοις καλοις μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδας ενιψεν ει θλιβομενοις επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν

5:11 νεωτερας δε χηρας παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμειν θελουσιν

5:12 εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν

5:13 αμα δε και αργαι μανθανουσιν περιερχομεναι τας οικιας ου μονον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα

5:14 βουλομαι ουν νεωτερας γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριας χαριν

5:15 ηδη γαρ τινες εξετραπησαν οπισω του σατανα

5:16 ει τις πιστη εχει χηρας επαρκειτω αυταις και μη βαρεισθω η εκκλησια ινα ταις οντως χηραις επαρκεση

5:17 οι καλως προεστωτες πρεσβυτεροι διπλης τιμης αξιουσθωσαν μαλιστα οι κοπιωντες εν λογω και διδασκαλια

5:18 λεγει γαρ η γραφη βουν αλοωντα ου φιμωσεις και αξιος ο εργατης του μισθου αυτου

5:19 κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου εκτος ει μη επι δυο η τριων μαρτυρων

5:20 τους [δε] αμαρτανοντας ενωπιον παντων ελεγχε ινα και οι λοιποι φοβον εχωσιν

5:21 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξης χωρις προκριματος μηδεν ποιων κατα προσκλισιν

5:22 χειρας ταχεως μηδενι επιτιθει μηδε κοινωνει αμαρτιαις αλλοτριαις σεαυτον αγνον τηρει

5:23 μηκετι υδροποτει αλλα οινω ολιγω χρω δια τον στομαχον και τας πυκνας σου ασθενειας

5:24 τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εις κρισιν τισιν δε και επακολουθουσιν

5:25 ωσαυτως και τα εργα τα καλα προδηλα και τα αλλως εχοντα κρυβηναι ου δυνανται

 

Created with FREE HTMLCompiler by BibleDatabase