Index: Greek Wescott-Hort NT UTF8

 

2 Timothy 2

[1] [2] [3] [4]

2:1 συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου

2:2 και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι

2:3 συγκακοπαθησον ως καλος στρατιωτης χριστου ιησου

2:4 ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση

2:5 εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση

2:6 τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν

2:7 νοει ο λεγω δωσει γαρ σοι ο κυριος συνεσιν εν πασιν

2:8 μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαυιδ κατα το ευαγγελιον μου

2:9 εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλα ο λογος του θεου ου δεδεται

2:10 δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου

2:11 πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν

2:12 ει υπομενομεν και συμβασιλευσομεν ει αρνησομεθα κακεινος αρνησεται ημας

2:13 ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι γαρ εαυτον ου δυναται

2:14 ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του θεου μη λογομαχειν επ ουδεν χρησιμον επι καταστροφη των ακουοντων

2:15 σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας

2:16 τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας

2:17 και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος

2:18 οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν

2:19 ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα κυριου

2:20 εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν

2:21 εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον

2:22 τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας

2:23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας

2:24 δουλον δε κυριου ου δει μαχεσθαι αλλα ηπιον ειναι προς παντας διδακτικον ανεξικακον

2:25 εν πραυτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δωη αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας

2:26 και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα

 

Created with FREE HTMLCompiler by BibleDatabase