Index: Greek Wescott-Hort NT UTF8

 

2 Timothy 3

[1] [2] [3] [4]

3:1 τουτο δε γινωσκε οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι

3:2 εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονες υπερηφανοι βλασφημοι γονευσιν απειθεις αχαριστοι ανοσιοι

3:3 αστοργοι ασπονδοι διαβολοι ακρατεις ανημεροι αφιλαγαθοι

3:4 προδοται προπετεις τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι

3:5 εχοντες μορφωσιν ευσεβειας την δε δυναμιν αυτης ηρνημενοι και τουτους αποτρεπου

3:6 εκ τουτων γαρ εισιν οι ενδυνοντες εις τας οικιας και αιχμαλωτιζοντες γυναικαρια σεσωρευμενα αμαρτιαις αγομενα επιθυμιαις ποικιλαις

3:7 παντοτε μανθανοντα και μηδεποτε εις επιγνωσιν αληθειας ελθειν δυναμενα

3:8 ον τροπον δε ιαννης και ιαμβρης αντεστησαν μωυσει ουτως και ουτοι ανθιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν

3:9 αλλ ου προκοψουσιν επι πλειον η γαρ ανοια αυτων εκδηλος εσται πασιν ως και η εκεινων εγενετο

3:10 συ δε παρηκολουθησας μου τη διδασκαλια τη αγωγη τη προθεσει τη πιστει τη μακροθυμια τη αγαπη τη υπομονη

3:11 τοις διωγμοις τοις παθημασιν οια μοι εγενετο εν αντιοχεια εν ικονιω εν λυστροις οιους διωγμους υπηνεγκα και εκ παντων με ερρυσατο ο κυριος

3:12 και παντες δε οι θελοντες ζην ευσεβως εν χριστω ιησου διωχθησονται

3:13 πονηροι δε ανθρωποι και γοητες προκοψουσιν επι το χειρον πλανωντες και πλανωμενοι

3:14 συ δε μενε εν οις εμαθες και επιστωθης ειδως παρα τινων εμαθες

3:15 και οτι απο βρεφους ιερα γραμματα οιδας τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου

3:16 πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγμον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη

3:17 ινα αρτιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος

 

Created with FREE HTMLCompiler by BibleDatabase