Index: Greek Wescott-Hort NT UTF8

 

2 Timothy 4

[1] [2] [3] [4]

4:1 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου του μελλοντος κρινειν ζωντας και νεκρους και την επιφανειαν αυτου και την βασιλειαν αυτου

4:2 κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη

4:3 εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας ιδιας επιθυμιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην

4:4 και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται

4:5 συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον

4:6 εγω γαρ ηδη σπενδομαι και ο καιρος της αναλυσεως μου εφεστηκεν

4:7 τον καλον αγωνα ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα

4:8 λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασιν τοις ηγαπηκοσιν την επιφανειαν αυτου

4:9 σπουδασον ελθειν προς με ταχεως

4:10 δημας γαρ με εγκατελειπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν

4:11 λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν

4:12 τυχικον δε απεστειλα εις εφεσον

4:13 τον φαιλονην ον απελειπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας

4:14 αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωσει αυτω ο κυριος κατα τα εργα αυτου

4:15 ον και συ φυλασσου λιαν γαρ αντεστη τοις ημετεροις λογοις

4:16 εν τη πρωτη μου απολογια ουδεις μοι παρεγενετο αλλα παντες με εγκατελειπον μη αυτοις λογισθειη

4:17 ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουσωσιν παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος

4:18 ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην

4:19 ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον

4:20 εραστος εμεινεν εν κορινθω τροφιμον δε απελειπον εν μιλητω ασθενουντα

4:21 σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι [παντες]

4:22 ο κυριος μετα του πνευματος σου η χαρις μεθ υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase