Index: Greek Wescott-Hort NT UTF8

 

Hebrews 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

11:1 εστιν δε πιστις ελπιζομενων υποστασις πραγματων ελεγχος ου βλεπομενων

11:2 εν ταυτη γαρ εμαρτυρηθησαν οι πρεσβυτεροι

11:3 πιστει νοουμεν κατηρτισθαι τους αιωνας ρηματι θεου εις το μη εκ φαινομενων το βλεπομενον γεγονεναι

11:4 πιστει πλειονα θυσιαν αβελ παρα καιν προσηνεγκεν τω θεω δι ης εμαρτυρηθη ειναι δικαιος μαρτυρουντος επι τοις δωροις αυτου του θεου και δι αυτης αποθανων ετι λαλει

11:5 πιστει ενωχ μετετεθη του μη ιδειν θανατον και ουχ ηυρισκετο διοτι μετεθηκεν αυτον ο θεος προ γαρ της μεταθεσεως μεμαρτυρηται ευαρεστηκεναι τω θεω

11:6 χωρις δε πιστεως αδυνατον ευαρεστησαι πιστευσαι γαρ δει τον προσερχομενον [τω] θεω οτι εστιν και τοις εκζητουσιν αυτον μισθαποδοτης γινεται

11:7 πιστει χρηματισθεις νωε περι των μηδεπω βλεπομενων ευλαβηθεις κατεσκευασεν κιβωτον εις σωτηριαν του οικου αυτου δι ης κατεκρινεν τον κοσμον και της κατα πιστιν δικαιοσυνης εγενετο κληρονομος

11:8 πιστει καλουμενος αβρααμ υπηκουσεν εξελθειν εις τοπον ον ημελλεν λαμβανειν εις κληρονομιαν και εξηλθεν μη επισταμενος που ερχεται

11:9 πιστει παρωκησεν εις γην της επαγγελιας ως αλλοτριαν εν σκηναις κατοικησας μετα ισαακ και ιακωβ των συγκληρονομων της επαγγελιας της αυτης

11:10 εξεδεχετο γαρ την τους θεμελιους εχουσαν πολιν ης τεχνιτης και δημιουργος ο θεος

11:11 πιστει και αυτη σαρρα δυναμιν εις καταβολην σπερματος ελαβεν και παρα καιρον ηλικιας επει πιστον ηγησατο τον επαγγειλαμενον

11:12 διο και αφ ενος εγεννηθησαν και ταυτα νενεκρωμενου καθως τα αστρα του ουρανου τω πληθει και ως η αμμος η παρα το χειλος της θαλασσης η αναριθμητος

11:13 κατα πιστιν απεθανον ουτοι παντες μη κομισαμενοι τας επαγγελιας αλλα πορρωθεν αυτας ιδοντες και ασπασαμενοι και ομολογησαντες οτι ξενοι και παρεπιδημοι εισιν επι της γης

11:14 οι γαρ τοιαυτα λεγοντες εμφανιζουσιν οτι πατριδα επιζητουσιν

11:15 και ει μεν εκεινης εμνημονευον αφ ης εξεβησαν ειχον αν καιρον ανακαμψαι

11:16 νυν δε κρειττονος ορεγονται τουτ εστιν επουρανιου διο ουκ επαισχυνεται αυτους ο θεος θεος επικαλεισθαι αυτων ητοιμασεν γαρ αυτοις πολιν

11:17 πιστει προσενηνοχεν αβρααμ τον ισαακ πειραζομενος και τον μονογενη προσεφερεν ο τας επαγγελιας αναδεξαμενος

11:18 προς ον ελαληθη οτι εν ισαακ κληθησεται σοι σπερμα

11:19 λογισαμενος οτι και εκ νεκρων εγειρειν δυνατος ο θεος οθεν αυτον και εν παραβολη εκομισατο

11:20 πιστει και περι μελλοντων ευλογησεν ισαακ τον ιακωβ και τον ησαυ

11:21 πιστει ιακωβ αποθνησκων εκαστον των υιων ιωσηφ ευλογησεν και προσεκυνησεν επι το ακρον της ραβδου αυτου

11:22 πιστει ιωσηφ τελευτων περι της εξοδου των υιων ισραηλ εμνημονευσεν και περι των οστεων αυτου ενετειλατο

11:23 πιστει μωυσης γεννηθεις εκρυβη τριμηνον υπο των πατερων αυτου διοτι ειδον αστειον το παιδιον και ουκ εφοβηθησαν το διαταγμα του βασιλεως

11:24 πιστει μωυσης μεγας γενομενος ηρνησατο λεγεσθαι υιος θυγατρος φαραω

11:25 μαλλον ελομενος συγκακουχεισθαι τω λαω του θεου η προσκαιρον εχειν αμαρτιας απολαυσιν

11:26 μειζονα πλουτον ηγησαμενος των αιγυπτου θησαυρων τον ονειδισμον του χριστου απεβλεπεν γαρ εις την μισθαποδοσιαν

11:27 πιστει κατελιπεν αιγυπτον μη φοβηθεις τον θυμον του βασιλεως τον γαρ αορατον ως ορων εκαρτερησεν

11:28 πιστει πεποιηκεν το πασχα και την προσχυσιν του αιματος ινα μη ο ολοθρευων τα πρωτοτοκα θιγη αυτων

11:29 πιστει διεβησαν την ερυθραν θαλασσαν ως δια ξηρας γης ης πειραν λαβοντες οι αιγυπτιοι κατεποθησαν

11:30 πιστει τα τειχη ιεριχω επεσαν κυκλωθεντα επι επτα ημερας

11:31 πιστει ρααβ η πορνη ου συναπωλετο τοις απειθησασιν δεξαμενη τους κατασκοπους μετ ειρηνης

11:32 και τι ετι λεγω επιλειψει με γαρ διηγουμενον ο χρονος περι γεδεων βαρακ σαμψων ιεφθαε δαυιδ τε και σαμουηλ και των προφητων

11:33 οι δια πιστεως κατηγωνισαντο βασιλειας ειργασαντο δικαιοσυνην επετυχον επαγγελιων εφραξαν στοματα λεοντων

11:34 εσβεσαν δυναμιν πυρος εφυγον στοματα μαχαιρης εδυναμωθησαν απο ασθενειας εγενηθησαν ισχυροι εν πολεμω παρεμβολας εκλιναν αλλοτριων

11:35 ελαβον γυναικες εξ αναστασεως τους νεκρους αυτων αλλοι δε ετυμπανισθησαν ου προσδεξαμενοι την απολυτρωσιν ινα κρειττονος αναστασεως τυχωσιν

11:36 ετεροι δε εμπαιγμων και μαστιγων πειραν ελαβον ετι δε δεσμων και φυλακης

11:37 ελιθασθησαν επειρασθησαν επρισθησαν εν φονω μαχαιρης απεθανον περιηλθον εν μηλωταις εν αιγειοις δερμασιν υστερουμενοι θλιβομενοι κακουχουμενοι

11:38 ων ουκ ην αξιος ο κοσμος επι ερημιαις πλανωμενοι και ορεσιν και σπηλαιοις και ταις οπαις της γης

11:39 και ουτοι παντες μαρτυρηθεντες δια της πιστεως ουκ εκομισαντο την επαγγελιαν

11:40 του θεου περι ημων κρειττον τι προβλεψαμενου ινα μη χωρις ημων τελειωθωσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase