Index: Greek Wescott-Hort NT UTF8

 

James 2

[1] [2] [3] [4] [5]

2:1 αδελφοι μου μη εν προσωπολημψιαις εχετε την πιστιν του κυριου ημων ιησου χριστου της δοξης

2:2 εαν γαρ εισελθη εις συναγωγην υμων ανηρ χρυσοδακτυλιος εν εσθητι λαμπρα εισελθη δε και πτωχος εν ρυπαρα εσθητι

2:3 επιβλεψητε δε επι τον φορουντα την εσθητα την λαμπραν και ειπητε συ καθου ωδε καλως και τω πτωχω ειπητε συ στηθι η καθου εκει υπο το υποποδιον μου

2:4 ου διεκριθητε εν εαυτοις και εγενεσθε κριται διαλογισμων πονηρων

2:5 ακουσατε αδελφοι μου αγαπητοι ουχ ο θεος εξελεξατο τους πτωχους τω κοσμω πλουσιους εν πιστει και κληρονομους της βασιλειας ης επηγγειλατο τοις αγαπωσιν αυτον

2:6 υμεις δε ητιμασατε τον πτωχον ουχ οι πλουσιοι καταδυναστευουσιν υμων και αυτοι ελκουσιν υμας εις κριτηρια

2:7 ουκ αυτοι βλασφημουσιν το καλον ονομα το επικληθεν εφ υμας

2:8 ει μεντοι νομον τελειτε βασιλικον κατα την γραφην αγαπησεις τον πλησιον σου ως σεαυτον καλως ποιειτε

2:9 ει δε προσωπολημπτειτε αμαρτιαν εργαζεσθε ελεγχομενοι υπο του νομου ως παραβαται

2:10 οστις γαρ ολον τον νομον τηρηση πταιση δε εν ενι γεγονεν παντων ενοχος

2:11 ο γαρ ειπων μη μοιχευσης ειπεν και μη φονευσης ει δε ου μοιχευεις φονευεις δε γεγονας παραβατης νομου

2:12 ουτως λαλειτε και ουτως ποιειτε ως δια νομου ελευθεριας μελλοντες κρινεσθαι

2:13 η γαρ κρισις ανελεος τω μη ποιησαντι ελεος κατακαυχαται ελεος κρισεως

2:14 τι οφελος αδελφοι μου εαν πιστιν λεγη τις εχειν εργα δε μη εχη μη δυναται η πιστις σωσαι αυτον

2:15 εαν αδελφος η αδελφη γυμνοι υπαρχωσιν και λειπομενοι της εφημερου τροφης

2:16 ειπη δε τις αυτοις εξ υμων υπαγετε εν ειρηνη θερμαινεσθε και χορταζεσθε μη δωτε δε αυτοις τα επιτηδεια του σωματος τι οφελος

2:17 ουτως και η πιστις εαν μη εχη εργα νεκρα εστιν καθ εαυτην

2:18 αλλ ερει τις συ πιστιν εχεις καγω εργα εχω δειξον μοι την πιστιν σου χωρις των εργων καγω σοι δειξω εκ των εργων μου την πιστιν

2:19 συ πιστευεις οτι εις θεος εστιν καλως ποιεις και τα δαιμονια πιστευουσιν και φρισσουσιν

2:20 θελεις δε γνωναι ω ανθρωπε κενε οτι η πιστις χωρις των εργων αργη εστιν

2:21 αβρααμ ο πατηρ ημων ουκ εξ εργων εδικαιωθη ανενεγκας ισαακ τον υιον αυτου επι το θυσιαστηριον

2:22 βλεπεις οτι η πιστις συνηργει τοις εργοις αυτου και εκ των εργων η πιστις ετελειωθη

2:23 και επληρωθη η γραφη η λεγουσα επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην και φιλος θεου εκληθη

2:24 ορατε οτι εξ εργων δικαιουται ανθρωπος και ουκ εκ πιστεως μονον

2:25 ομοιως δε και ρααβ η πορνη ουκ εξ εργων εδικαιωθη υποδεξαμενη τους αγγελους και ετερα οδω εκβαλουσα

2:26 ωσπερ το σωμα χωρις πνευματος νεκρον εστιν ουτως και η πιστις χωρις εργων νεκρα εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase