Index: Greek Wescott-Hort NT UTF8

 

James 4

[1] [2] [3] [4] [5]

4:1 ποθεν πολεμοι και ποθεν μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων

4:2 επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμας

4:3 αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε

4:4 μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος εαν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται

4:5 η δοκειτε οτι κενως η γραφη λεγει προς φθονον επιποθει το πνευμα ο κατωκισεν εν ημιν

4:6 μειζονα δε διδωσιν χαριν διο λεγει ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

4:7 υποταγητε ουν τω θεω αντιστητε δε τω διαβολω και φευξεται αφ υμων

4:8 εγγισατε τω θεω και εγγισει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι

4:9 ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μετατραπητω και η χαρα εις κατηφειαν

4:10 ταπεινωθητε ενωπιον κυριου και υψωσει υμας

4:11 μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου η κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης

4:12 εις εστιν νομοθετης και κριτης ο δυναμενος σωσαι και απολεσαι συ δε τις ει ο κρινων τον πλησιον

4:13 αγε νυν οι λεγοντες σημερον η αυριον πορευσομεθα εις τηνδε την πολιν και ποιησομεν εκει ενιαυτον και εμπορευσομεθα και κερδησομεν

4:14 οιτινες ουκ επιστασθε της αυριον ποια η ζωη υμων ατμις γαρ εστε προς ολιγον φαινομενη επειτα και αφανιζομενη

4:15 αντι του λεγειν υμας εαν ο κυριος θελη και ζησομεν και ποιησομεν τουτο η εκεινο

4:16 νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν

4:17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase