Index: Greek Wescott-Hort NT UTF8

 

1 Peter 5

[1] [2] [3] [4] [5]

5:1 πρεσβυτερους ουν εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος

5:2 ποιμανατε το εν υμιν ποιμνιον του θεου μη αναγκαστως αλλα εκουσιως μηδε αισχροκερδως αλλα προθυμως

5:3 μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου

5:4 και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον

5:5 ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι [ο] θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

5:6 ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω

5:7 πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων

5:8 νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων καταπιειν

5:9 ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν τω κοσμω υμων αδελφοτητι επιτελεισθαι

5:10 ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω ολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει

5:11 αυτω το κρατος εις τους αιωνας αμην

5:12 δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε

5:13 ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου

5:14 ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω

 

Created with FREE HTMLCompiler by BibleDatabase