Index: Greek Wescott-Hort NT UTF8

 

3 John 1

[1]

1:1 ο πρεσβυτερος γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια

1:2 αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθως ευοδουται σου η ψυχη

1:3 εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθως συ εν αληθεια περιπατεις

1:4 μειζοτεραν τουτων ουκ εχω χαριν ινα ακουω τα εμα τεκνα εν τη αληθεια περιπατουντα

1:5 αγαπητε πιστον ποιεις ο εαν εργαση εις τους αδελφους και τουτο ξενους

1:6 οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιας ους καλως ποιησεις προπεμψας αξιως του θεου

1:7 υπερ γαρ του ονοματος εξηλθον μηδεν λαμβανοντες απο των εθνικων

1:8 ημεις ουν οφειλομεν υπολαμβανειν τους τοιουτους ινα συνεργοι γινωμεθα τη αληθεια

1:9 εγραψα τι τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφης ουκ επιδεχεται ημας

1:10 δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοις πονηροις φλυαρων ημας και μη αρκουμενος επι τουτοις ουτε αυτος επιδεχεται τους αδελφους και τους βουλομενους κωλυει και εκ της εκκλησιας εκβαλλει

1:11 αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον

1:12 δημητριω μεμαρτυρηται υπο παντων και υπο αυτης της αληθειας και ημεις δε μαρτυρουμεν και οιδας οτι η μαρτυρια ημων αληθης εστιν

1:13 πολλα ειχον γραψαι σοι αλλ ου θελω δια μελανος και καλαμου σοι γραφειν

1:14 ελπιζω δε ευθεως σε ιδειν και στομα προς στομα λαλησομεν [1 15] ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τους φιλους κατ ονομα

 

Created with FREE HTMLCompiler by BibleDatabase