Index: Greek Wescott-Hort NT UTF8

 

Revelation 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

2:1 τω αγγελω τω εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων

2:2 οιδα τα εργα σου και τον κοπον και την υπομονην σου και οτι ου δυνη βαστασαι κακους και επειρασας τους λεγοντας εαυτους αποστολους και ουκ εισιν και ευρες αυτους ψευδεις

2:3 και υπομονην εχεις και εβαστασας δια το ονομα μου και ου κεκοπιακες

2:4 αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκες

2:5 μνημονευε ουν ποθεν πεπτωκας και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι και κινησω την λυχνιαν σου εκ του τοπου αυτης εαν μη μετανοησης

2:6 αλλα τουτο εχεις οτι μισεις τα εργα των νικολαιτων α καγω μισω

2:7 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν τω παραδεισω του θεου

2:8 και τω αγγελω τω εν σμυρνη εκκλησιας γραψον ταδε λεγει ο πρωτος και ο εσχατος ος εγενετο νεκρος και εζησεν

2:9 οιδα σου την θλιψιν και την πτωχειαν αλλα πλουσιος ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα

2:10 μη φοβου α μελλεις πασχειν ιδου μελλει βαλλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και εχητε θλιψιν ημερων δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης

2:11 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου

2:12 και τω αγγελω της εν περγαμω εκκλησιας γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν

2:13 οιδα που κατοικεις οπου ο θρονος του σατανα και κρατεις το ονομα μου και ουκ ηρνησω την πιστιν μου και εν ταις ημεραις αντιπας ο μαρτυς μου ο πιστος [μου] ος απεκτανθη παρ υμιν οπου ο σατανας κατοικει

2:14 αλλ εχω κατα σου ολιγα οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ ος εδιδασκεν τω βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ φαγειν ειδωλοθυτα και πορνευσαι

2:15 ουτως εχεις και συ κρατουντας την διδαχην νικολαιτων ομοιως

2:16 μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου

2:17 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων

2:18 και τω αγγελω τω εν θυατειροις εκκλησιας γραψον ταδε λεγει ο υιος του θεου ο εχων τους οφθαλμους [αυτου] ως φλογα πυρος και οι ποδες αυτου ομοιοι χαλκολιβανω

2:19 οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων

2:20 αλλα εχω κατα σου οτι αφεις την γυναικα ιεζαβελ η λεγουσα εαυτην προφητιν και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα

2:21 και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ της πορνειας αυτης

2:22 ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην εαν μη μετανοησουσιν εκ των εργων αυτης

2:23 και τα τεκνα αυτης αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο εραυνων νεφρους και καρδιας και δωσω υμιν εκαστω κατα τα εργα υμων

2:24 υμιν δε λεγω τοις λοιποις τοις εν θυατειροις οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινες ουκ εγνωσαν τα βαθεα του σατανα ως λεγουσιν ου βαλλω εφ υμας αλλο βαρος

2:25 πλην ο εχετε κρατησατε αχρις ου αν ηξω

2:26 και ο νικων και ο τηρων αχρι τελους τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων

2:27 και ποιμανει αυτους εν ραβδω σιδηρα ως τα σκευη τα κεραμικα συντριβεται [2 28] ως καγω ειληφα παρα του πατρος μου

2:28 και δωσω αυτω τον αστερα τον πρωινον

2:29 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις

 

Created with FREE HTMLCompiler by BibleDatabase