Index: Greek Wescott-Hort NT UTF8

 

Revelation 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

4:1 μετα ταυτα ειδον και ιδου θυρα ηνεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγων αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα

4:2 ευθεως εγενομην εν πνευματι και ιδου θρονος εκειτο εν τω ουρανω και επι τον θρονον καθημενος

4:3 και ο καθημενος ομοιος ορασει λιθω ιασπιδι και σαρδιω και ιρις κυκλοθεν του θρονου ομοιος ορασει σμαραγδινω

4:4 και κυκλοθεν του θρονου θρονοι εικοσι τεσσαρες και επι τους θρονους εικοσι τεσσαρας πρεσβυτερους καθημενους περιβεβλημενους ιματιοις λευκοις και επι τας κεφαλας αυτων στεφανους χρυσους

4:5 και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου α εισιν τα επτα πνευματα του θεου

4:6 και ενωπιον του θρονου ως θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν

4:7 και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχων το προσωπον ως ανθρωπου και το τεταρτον ζωον ομοιον αετω πετομενω

4:8 και τα τεσσαρα ζωα εν καθ εν αυτων εχων ανα πτερυγας εξ κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες αγιος αγιος αγιος κυριος ο θεος ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενος

4:9 και οταν δωσουσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι του θρονου τω ζωντι εις τους αιωνας των αιωνων

4:10 πεσουνται οι εικοσι τεσσαρες πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωντι εις τους αιωνας των αιωνων και βαλουσιν τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες

4:11 αξιος ει ο κυριος και ο θεος ημων λαβειν την δοξαν και την τιμην και την δυναμιν οτι συ εκτισας τα παντα και δια το θελημα σου ησαν και εκτισθησαν

 

Created with FREE HTMLCompiler by BibleDatabase