Index: Greek Wescott-Hort NT UTF8

 

Revelation 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22]

13:1 [12 18] και εσταθη επι την αμμον της θαλασσης [13 1] και ειδον εκ της θαλασσης θηριον αναβαινον εχον κερατα δεκα και κεφαλας επτα και επι των κερατων αυτου δεκα διαδηματα και επι τας κεφαλας αυτου ονοματα βλασφημιας

13:2 και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδες αυτου ως αρκου και το στομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην

13:3 και μιαν εκ των κεφαλων αυτου ως εσφαγμενην εις θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασθη ολη η γη οπισω του θηριου

13:4 και προσεκυνησαν τω δρακοντι οτι εδωκεν την εξουσιαν τω θηριω και προσεκυνησαν τω θηριω λεγοντες τις ομοιος τω θηριω και τις δυναται πολεμησαι μετ αυτου

13:5 και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσερακοντα [και] δυο

13:6 και ηνοιξεν το στομα αυτου εις βλασφημιας προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου τους εν τω ουρανω σκηνουντας

13:7 [και εδοθη αυτω ποιησαι πολεμον μετα των αγιων και νικησαι αυτους] και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος

13:8 και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης ου ου γεγραπται το ονομα αυτου εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου

13:9 ει τις εχει ους ακουσατω

13:10 ει τις εις αιχμαλωσιαν εις αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρη αποκτενει δει αυτον εν μαχαιρη αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων

13:11 και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ως δρακων

13:12 και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησουσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου

13:13 και ποιει σημεια μεγαλα ινα και πυρ ποιη εκ του ουρανου καταβαινειν εις την γην ενωπιον των ανθρωπων

13:14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ος εχει την πληγην της μαχαιρης και εζησεν

13:15 και εδοθη αυτη δουναι πνευμα τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση [ινα] οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου αποκτανθωσιν

13:16 και ποιει παντας τους μικρους και τους μεγαλους και τους πλουσιους και τους πτωχους και τους ελευθερους και τους δουλους ινα δωσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι το μετωπον αυτων

13:17 [και] ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου

13:18 ωδε η σοφια εστιν ο εχων νουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν και ο αριθμος αυτου εξακοσιοι εξηκοντα εξ

 

Created with FREE HTMLCompiler by BibleDatabase